Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.53 Joseph. AJ 11.58 (English) >>Joseph. AJ 11.62

11.56ἔτι γε μὴν τὰ μὲν ἄλλα θνητὰ καὶ ὠκύμορα εἶναι συμβέβηκεν τῶν ἰσχὺν ἐχόντων, ἀθάνατον δὲ ἀλήθεια χρῆμα καὶ ἀίδιον. παρέχει δʼ ἡμῖν οὐ κάλλος χρόνῳ μαραινόμενον οὐδὲ περιουσίαν ἀφαιρετὴν ὑπὸ τύχης, ἀλλὰ τὰ δίκαια καὶ τὰ νόμιμα, διακρίνουσα ἀπʼ αὐτῶν τὰ ἄδικα καὶ ἀπελέγχουσα.” 11.57

Καταπαύει μὲν Ζοροβάβηλος τὸν περὶ τῆς ἀληθείας λόγον, ἐπιβοήσαντος δὲ τοῦ πλήθους ὡς ἄριστα εἰπόντος, καὶ ὅτι τὸ ἀληθὲς ἰσχὺν ἄτρεπτον καὶ ἀγήρω μόνον ἔχοι, προσέταξεν αὐτὸν βασιλεὺς αἰτήσασθαί τι πάρεξ ὧν αὐτὸς ἦν ὑπεσχημένος· δώσειν γὰρ ὄντι σοφῷ καὶ τῶν ἄλλων μᾶλλον φανέντι συνετῷ· “συγκαθεσθήσῃ δέ μοι, 11.58φησίν, καὶ κεκλήσῃ συγγενὴς ἐμός.” ταῦτʼ εἰπόντος ὑπέμνησεν αὐτὸν τῆς εὐχῆς, ἧς ἐποιήσατο, εἰ λάβοι τὴν βασιλείαν· αὕτη δʼ ἂν εἴη οἰκοδομῆσαι μὲν Ἱεροσόλυμα, κατασκευάσαι δὲ ἐν αὐτοῖς τὸν τοῦ θεοῦ ναόν, ἀποκαταστῆσαι δὲ καὶ τὰ σκεύη, ὅσα συλήσας Ναβουχοδονόσορος εἰς Βαβυλῶνα ἐκόμισεν. καὶ τοῦτʼ, ἔφη, τοὐμὸν αἴτημά ἐστιν, μοι νῦν ἐπιτρέπεις αἰτήσασθαι κριθέντι σοφῷ καὶ συνετῷ.” 11.59

Ἡσθεὶς ἐπὶ τούτοις βασιλεὺς ἀναστὰς κατεφίλησέν τε αὐτὸν καὶ τοῖς τοπάρχαις καὶ σατράπαις γράφει κελεύων προπέμψαι τὸν Ζοροβάβηλον καὶ τοὺς σὺν αὐτῷ μέλλοντας ἐπὶ τὴν οἰκοδομὴν ἐξιέναι τοῦ ναοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.53 Joseph. AJ 11.58 (English) >>Joseph. AJ 11.62

Powered by PhiloLogic